8.1 καὶ μεταγενέστερος τούτων βασιλεύοντος ἀρταξέρξου τοῦ περσῶν βασιλέως προσέβη εσδρας σαραιου τοῦ εζεριου τοῦ χελκιου τοῦ σαλημου
8.2 τοῦ σαδδουκου τοῦ αχιτωβ τοῦ αμαριου τοῦ οζιου τοῦ βοκκα τοῦ αβισουε τοῦ φινεες τοῦ ελεαζαρ τοῦ ααρων τοῦ πρώτου ἱερέως
8.3 οὗτος εσδρας ἀνέβη ἐκ βαβυλῶνος ὡς γραμματεὺς εὐφυὴς ὢν ἐν τῷ μωυσέως νόμῳ τῷ ἐκδεδομένῳ ὑπὸ τοῦ θεοῦ τοῦ ισραηλ
8.4 καὶ ἔδωκεν αὐτῷ ὁ βασιλεὺς δόξαν εὑρόντος χάριν ἐναντίον αὐτοῦ ἐπὶ πάντα τὰ ἀξιώματα αὐτοῦ
8.5 καὶ συνανέβησαν ἐκ τῶν υἱῶν ισραηλ καὶ τῶν ἱερέων καὶ λευιτῶν καὶ ἱεροψαλτῶν καὶ θυρωρῶν καὶ ἱεροδούλων εἰς ιεροσόλυμα ἔτους ἑβδόμου βασιλεύοντος ἀρταξέρξου ἐν τῷ πέμπτῳ μηνί οὗτος ἐνιαυτὸς ἕβδομος τῷ βασιλεῖ
8.6 ἐξελθόντες γὰρ ἐκ βαβυλῶνος τῇ νουμηνίᾳ τοῦ πρώτου μηνὸς ἐν τῇ νουμηνίᾳ τοῦ πέμπτου μηνὸς παρεγένοντο εἰς ιεροσόλυμα κατὰ τὴν δοθεῖσαν αὐτοῖς εὐοδίαν παρὰ τοῦ κυρίου ἐπ' αὐτῷ
8.7 ὁ γὰρ εσδρας πολλὴν ἐπιστήμην περιεῖχεν εἰς τὸ μηδὲν παραλιπεῖν τῶν ἐκ τοῦ νόμου κυρίου καὶ ἐκ τῶν ἐντολῶν διδάξαι τὸν πάντα ισραηλ πάντα τὰ δικαιώματα καὶ τὰ κρίματα
8.8 προσπεσόντος δὲ τοῦ γραφέντος προστάγματος παρὰ ἀρταξέρξου τοῦ βασιλέως πρὸς εσδραν τὸν ἱερέα καὶ ἀναγνώστην τοῦ νόμου κυρίου οὗ ἐστιν ἀντίγραφον τὸ ὑποκείμενον
8.9 βασιλεὺς ἀρταξέρξης εσδρα τῷ ἱερεῖ καὶ ἀναγνώστῃ τοῦ νόμου κυρίου χαίρειν
8.10 καὶ τὰ φιλάνθρωπα ἐγὼ κρίνας προσέταξα τοὺς βουλομένους ἐκ τοῦ ἔθνους τῶν ιουδαίων αἱρετίζοντας καὶ τῶν ἱερέων καὶ τῶν λευιτῶν καὶ τῶν δὲ ἐν τῇ ἡμετέρᾳ βασιλείᾳ συμπορεύεσθαί σοι εἰς ιερουσαλημ
8.11 ὅσοι οὖν ἐνθυμοῦνται συνεξορμάτωσαν καθάπερ δέδοκται ἐμοί τε καὶ τοῖς ἑπτὰ φίλοις συμβουλευταῖς
8.12 ὅπως ἐπισκέψωνται τὰ κατὰ τὴν ιουδαίαν καὶ ιερουσαλημ ἀκολούθως ᾧ ἔχει ἐν τῷ νόμῳ τοῦ κυρίου
8.13 καὶ ἀπενεγκεῖν δῶρα τῷ κυρίῳ τοῦ ισραηλ ἃ ηὐξάμην ἐγώ τε καὶ οἱ φίλοι εἰς ιερουσαλημ καὶ πᾶν χρυσίον καὶ ἀργύριον ὃ ἐὰν εὑρεθῇ ἐν τῇ χώρᾳ τῆς βαβυλωνίας τῷ κυρίῳ εἰς ιερουσαλημ σὺν τῷ δεδωρημένῳ ὑπὸ τοῦ ἔθνους εἰς τὸ ἱερὸν τοῦ κυρίου αὐτῶν τὸ ἐν ιερουσαλημ
8.14 συναχθῆναι τό τε χρυσίον καὶ ἀργύριον εἰς ταύρους καὶ κριοὺς καὶ ἄρνας καὶ τὰ τούτοις ἀκόλουθα
8.15 ὥστε προσενεγκεῖν θυσίας ἐπὶ τὸ θυσιαστήριον τοῦ κυρίου αὐτῶν τὸ ἐν ιερουσαλημ
8.16 καὶ πάντα ὅσα ἂν βούλῃ μετὰ τῶν ἀδελφῶν σου ποιῆσαι χρυσίῳ καὶ ἀργυρίῳ ἐπιτέλει κατὰ τὸ θέλημα τοῦ θεοῦ σου
8.17 καὶ τὰ ἱερὰ σκεύη τοῦ κυρίου τὰ διδόμενά σοι εἰς τὴν χρείαν τοῦ ἱεροῦ τοῦ θεοῦ σου τοῦ ἐν ιερουσαλημ
8.18 καὶ τὰ λοιπά ὅσα ἂν ὑποπίπτῃ σοι εἰς τὴν χρείαν τοῦ ἱεροῦ τοῦ θεοῦ σου δώσεις ἐκ τοῦ βασιλικοῦ γαζοφυλακίου
8.19 κἀγὼ δὲ ἀρταξέρξης ὁ βασιλεὺς προσέταξα τοῖς γαζοφύλαξι συρίας καὶ φοινίκης ἵνα ὅσα ἂν ἀποστείλῃ εσδρας ὁ ἱερεὺς καὶ ἀναγνώστης τοῦ νόμου τοῦ θεοῦ τοῦ ὑψίστου ἐπιμελῶς διδῶσιν αὐτῷ ἕως ἀργυρίου ταλάντων ἑκατόν
8.20 ὁμοίως δὲ καὶ ἕως πυροῦ κόρων ἑκατὸν καὶ οἴνου μετρητῶν ἑκατὸν καὶ ἅλα ἐκ πλήθους
8.21 πάντα τὰ κατὰ τὸν τοῦ θεοῦ νόμον ἐπιτελεσθήτω ἐπιμελῶς τῷ θεῷ τῷ ὑψίστῳ ἕνεκα τοῦ μὴ γενέσθαι ὀργὴν εἰς τὴν βασιλείαν τοῦ βασιλέως καὶ τῶν υἱῶν
8.22 καὶ ὑμῖν δὲ λέγεται ὅπως πᾶσι τοῖς ἱερεῦσιν καὶ τοῖς λευίταις καὶ ἱεροψάλταις καὶ θυρωροῖς καὶ ἱεροδούλοις καὶ πραγματικοῖς τοῦ ἱεροῦ τούτου μηδεμία φορολογία μηδὲ ἄλλη ἐπιβολὴ γίγνηται καὶ ἐξουσίαν μηδένα ἔχειν ἐπιβαλεῖν τι τούτοις
8.23 καὶ σύ εσδρα κατὰ τὴν σοφίαν τοῦ θεοῦ ἀνάδειξον κριτὰς καὶ δικαστάς ὅπως δικάζωσιν ἐν ὅλῃ συρίᾳ καὶ φοινίκῃ πάντας τοὺς ἐπισταμένους τὸν νόμον τοῦ θεοῦ σου καὶ τοὺς μὴ ἐπισταμένους δὲ διδάξεις
8.24 καὶ πάντες ὅσοι ἐὰν παραβαίνωσι τὸν νόμον τοῦ θεοῦ σου καὶ τὸν βασιλικόν ἐπιμελῶς κολασθήσονται ἐάν τε καὶ θανάτῳ ἐάν τε καὶ τιμωρίᾳ ἢ ἀργυρικῇ ζημίᾳ ἢ ἀπαγωγῇ
8.25 εὐλογητὸς μόνος ὁ κύριος ὁ δοὺς ταῦτα εἰς τὴν καρδίαν τοῦ βασιλέως δοξάσαι τὸν οἶκον αὐτοῦ τὸν ἐν ιερουσαλημ
8.26 καὶ ἐμὲ ἐτίμησεν ἔναντι τοῦ βασιλέως καὶ τῶν συμβουλευόντων καὶ πάντων τῶν φίλων καὶ μεγιστάνων αὐτοῦ
8.27 καὶ ἐγὼ εὐθαρσὴς ἐγενόμην κατὰ τὴν ἀντίλημψιν κυρίου τοῦ θεοῦ μου καὶ συνήγαγον ἐκ τοῦ ισραηλ ἄνδρας ὥστε συναναβῆναί μοι
8.28 καὶ οὗτοι οἱ προηγούμενοι κατὰ τὰς πατριὰς αὐτῶν καὶ τὰς μεριδαρχίας οἱ ἀναβάντες μετ' ἐμοῦ ἐκ βαβυλῶνος ἐν τῇ βασιλείᾳ ἀρταξέρξου τοῦ βασιλέως
8.29 ἐκ τῶν υἱῶν φινεες γαρσομος ἐκ τῶν υἱῶν ιεταμαρου γαμηλος ἐκ τῶν υἱῶν δαυιδ αττους ὁ σεχενιου
8.30 ἐκ τῶν υἱῶν φορος ζαχαριας καὶ μετ' αὐτοῦ ἀπὸ γραφῆς ἄνδρες ἑκατὸν πεντήκοντα
8.31 ἐκ τῶν υἱῶν φααθμωαβ ελιαωνιας ζαραιου καὶ μετ' αὐτοῦ ἄνδρες διακόσιοι
8.32 ἐκ τῶν υἱῶν ζαθοης σεχενιας ιεζηλου καὶ μετ' αὐτοῦ ἄνδρες τριακόσιοι ἐκ τῶν υἱῶν αδινου βην-ιωναθου καὶ μετ' αὐτοῦ ἄνδρες διακόσιοι πεντήκοντα
8.33 ἐκ τῶν υἱῶν ηλαμ ιεσιας γοθολιου καὶ μετ' αὐτοῦ ἄνδρες ἑβδομήκοντα
8.34 ἐκ τῶν υἱῶν σαφατιου ζαραιας μιχαηλου καὶ μετ' αὐτοῦ ἄνδρες ἑβδομήκοντα
8.35 ἐκ τῶν υἱῶν ιωαβ αβαδιας ιεζηλου καὶ μετ' αὐτοῦ ἄνδρες διακόσιοι δέκα δύο
8.36 ἐκ τῶν υἱῶν βανι ασσαλιμωθ ιωσαφιου καὶ μετ' αὐτοῦ ἄνδρες ἑκατὸν ἑξήκοντα
8.37 ἐκ τῶν υἱῶν βαβι ζαχαριας βηβαι καὶ μετ' αὐτοῦ ἄνδρες εἴκοσι ὀκτώ
8.38 ἐκ τῶν υἱῶν ασγαθ ιωανης ακαταν καὶ μετ' αὐτοῦ ἄνδρες ἑκατὸν δέκα
8.39 ἐκ τῶν υἱῶν αδωνικαμ οἱ ἔσχατοι καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν ελιφαλατος ιεουηλ καὶ σαμαιας καὶ μετ' αὐτῶν ἄνδρες ἑβδομήκοντα
8.40 ἐκ τῶν υἱῶν βαγο ουθι ὁ τοῦ ισταλκουρου καὶ μετ' αὐτοῦ ἄνδρες ἑβδομήκοντα
8.41 καὶ συνήγαγον αὐτοὺς ἐπὶ τὸν λεγόμενον θεραν ποταμόν καὶ παρενεβάλομεν αὐτόθι ἡμέρας τρεῖς καὶ κατέμαθον αὐτούς
8.42 καὶ ἐκ τῶν υἱῶν τῶν ἱερέων καὶ ἐκ τῶν λευιτῶν οὐχ εὑρὼν ἐκεῖ
8.43 ἀπέστειλα πρὸς ελεαζαρον καὶ ιδουηλον καὶ μαασμαν καὶ ελναταν καὶ σαμαιαν καὶ ιωριβον ναθαν ενναταν ζαχαριαν καὶ μεσολαμον τοὺς ἡγουμένους καὶ ἐπιστήμονας
8.44 καὶ εἶπα αὐτοῖς ἐλθεῖν πρὸς αδδαιον τὸν ἡγούμενον τὸν ἐν τῷ τόπῳ τοῦ γαζοφυλακίου
8.45 ἐντειλάμενος αὐτοῖς διαλεγῆναι αδδαιω καὶ τοῖς ἀδελφοῖς αὐτοῦ καὶ τοῖς ἐν τῷ τόπῳ γαζοφύλαξιν ἀποστεῖλαι ἡμῖν τοὺς ἱερατεύσοντας ἐν τῷ οἴκῳ τοῦ κυρίου ἡμῶν
8.46 καὶ ἤγαγον ἡμῖν κατὰ τὴν κραταιὰν χεῖρα τοῦ κυρίου ἡμῶν ἄνδρας ἐπιστήμονας τῶν υἱῶν μοολι τοῦ λευι τοῦ ισραηλ ασεβηβιαν καὶ τοὺς υἱοὺς καὶ τοὺς ἀδελφούς δέκα ὀκτώ
8.47 καὶ ασεβιαν καὶ αννουνον καὶ ωσαιαν ἀδελφὸν ἐκ τῶν υἱῶν χανουναιου καὶ οἱ υἱοὶ αὐτῶν ἄνδρες εἴκοσι
8.48 καὶ ἐκ τῶν ἱεροδούλων ὧν ἔδωκεν δαυιδ καὶ οἱ ἡγούμενοι εἰς τὴν ἐργασίαν τῶν λευιτῶν ἱερόδουλοι διακόσιοι εἴκοσι πάντων ἐσημάνθη ἡ ὀνοματογραφία
8.49 καὶ εὐξάμην ἐκεῖ νηστείαν τοῖς νεανίσκοις ἔναντι τοῦ κυρίου ἡμῶν 8.50 ζητῆσαι παρ' αὐτοῦ εὐοδίαν ἡμῖν τε καὶ τοῖς συνοῦσιν ἡμῖν τέκνοις ἡμῶν καὶ κτήνεσιν
8.51 ἐνετράπην γὰρ αἰτῆσαι τὸν βασιλέα πεζούς τε καὶ ἱππεῖς καὶ προπομπὴν ἕνεκεν ἀσφαλείας τῆς πρὸς τοὺς ἐναντιουμένους ἡμῖν
8.52 εἴπαμεν γὰρ τῷ βασιλεῖ ὅτι ἰσχὺς τοῦ κυρίου ἡμῶν ἔσται μετὰ τῶν ἐπιζητούντων αὐτὸν εἰς πᾶσαν ἐπανόρθωσιν
8.53 καὶ πάλιν ἐδεήθημεν τοῦ κυρίου ἡμῶν κατὰ ταῦτα καὶ εὐιλάτου ἐτύχομεν
8.54 καὶ ἐχώρισα τῶν φυλάρχων τῶν ἱερέων ἄνδρας δέκα δύο καὶ σερεβιαν καὶ ασαβιαν καὶ μετ' αὐτῶν ἐκ τῶν ἀδελφῶν αὐτῶν ἄνδρας δέκα
8.55 καὶ ἔστησα αὐτοῖς τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ ἱερὰ σκεύη τοῦ οἴκου τοῦ κυρίου ἡμῶν ἃ αὐτὸς ἐδωρήσατο ὁ βασιλεὺς καὶ οἱ σύμβουλοι αὐτοῦ καὶ οἱ μεγιστᾶνες καὶ πᾶς ισραηλ
8.56 καὶ στήσας παρέδωκα αὐτοῖς ἀργυρίου τάλαντα ἑξακόσια πεντήκοντα καὶ σκεύη ἀργυρᾶ ταλάντων ἑκατὸν καὶ χρυσίου τάλαντα ἑκατὸν καὶ χρυσώματα εἴκοσι καὶ σκεύη χαλκᾶ ἀπὸ χρηστοῦ χαλκοῦ στίλβοντα χρυσοειδῆ σκεύη δώδεκα καὶ στήσας παρέδωκα αὐτοῖς ἀργυρίου τάλαντα ἑξακόσια πεντήκοντα καὶ σκεύη ἀργυρᾶ ταλάντων ἑκατὸν καὶ χρυσίου τάλαντα ἑκατὸν καὶ χρυσώματα εἴκοσι καὶ σκεύη χαλκᾶ ἀπὸ χρηστοῦ χαλκοῦ στίλβοντα χρυσοειδῆ σκεύη δώδεκα
8.57 καὶ εἶπα αὐτοῖς καὶ ὑμεῖς ἅγιοί ἐστε τῷ κυρίῳ καὶ τὰ σκεύη ἅγια καὶ τὸ ἀργύριον καὶ τὸ χρυσίον εὐχὴ τῷ κυρίῳ κυρίῳ τῶν πατέρων ἡμῶν
8.58 ἀγρυπνεῖτε καὶ φυλάσσετε ἕως τοῦ παραδοῦναι αὐτὰ ὑμᾶς τοῖς φυλάρχοις τῶν ἱερέων καὶ τῶν λευιτῶν καὶ τοῖς ἡγουμένοις τῶν πατριῶν τοῦ ισραηλ ἐν ιερουσαλημ ἐν τοῖς παστοφορίοις τοῦ οἴκου τοῦ κυρίου ἡμῶν
8.59 καὶ οἱ παραλαβόντες οἱ ἱερεῖς καὶ οἱ λευῖται τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ σκεύη τὰ ἐν ιερουσαλημ εἰσήνεγκαν εἰς τὸ ἱερὸν τοῦ κυρίου
8.60 καὶ ἀναζεύξαντες ἀπὸ τοῦ ποταμοῦ θερα τῇ δωδεκάτῃ τοῦ πρώτου μηνὸς εἰσήλθομεν εἰς ιερουσαλημ κατὰ τὴν κραταιὰν χεῖρα τοῦ κυρίου ἡμῶν τὴν ἐφ' ἡμῖν καὶ ἐρρύσατο ἡμᾶς ἐπὶ τῆς εἰσόδου ἀπὸ παντὸς ἐχθροῦ καὶ ἤλθομεν εἰς ιερουσαλημ
8.61 καὶ γενομένης αὐτόθι ἡμέρας τρίτης σταθὲν τὸ ἀργύριον καὶ τὸ χρυσίον παρεδόθη ἐν τῷ οἴκῳ τοῦ κυρίου ἡμῶν μαρμωθι ουρια ἱερεῖ
8.62 καὶ μετ' αὐτοῦ ελεαζαρ ὁ τοῦ φινεες καὶ ἦσαν μετ' αὐτῶν ιωσαβδος ἰησοῦ καὶ μωεθ σαβαννου οἱ λευῖται πρὸς ἀριθμὸν καὶ ὁλκὴν ἅπαντα καὶ ἐγράφη πᾶσα ἡ ὁλκὴ αὐτῶν αὐτῇ τῇ ὥρᾳ καὶ μετ' αὐτοῦ ελεαζαρ ὁ τοῦ φινεες καὶ ἦσαν μετ' αὐτῶν ιωσαβδος ἰησοῦ καὶ μωεθ σαβαννου οἱ λευῖται πρὸς ἀριθμὸν καὶ ὁλκὴν ἅπαντα καὶ ἐγράφη πᾶσα ἡ ὁλκὴ αὐτῶν αὐτῇ τῇ ὥρᾳ
8.63 οἱ δὲ παραγενόμενοι ἐκ τῆς αἰχμαλωσίας προσήνεγκαν θυσίας τῷ θεῷ τοῦ ισραηλ κυρίῳ ταύρους δώδεκα ὑπὲρ παντὸς ισραηλ κριοὺς ἐνενήκοντα ἕξ ἄρνας ἑβδομήκοντα δύο τράγους ὑπὲρ σωτηρίου δέκα δύο ἅπαντα θυσίαν τῷ κυρίῳ οἱ δὲ παραγενόμενοι ἐκ τῆς αἰχμαλωσίας προσήνεγκαν θυσίας τῷ θεῷ τοῦ ισραηλ κυρίῳ ταύρους δώδεκα ὑπὲρ παντὸς ισραηλ κριοὺς ἐνενήκοντα ἕξ ἄρνας ἑβδομήκοντα δύο τράγους ὑπὲρ σωτηρίου δέκα δύο ἅπαντα θυσίαν τῷ κυρίῳ
8.64 καὶ ἀπέδωκαν τὰ προστάγματα τοῦ βασιλέως τοῖς βασιλικοῖς οἰκονόμοις καὶ τοῖς ἐπάρχοις κοίλης συρίας καὶ φοινίκης καὶ ἐδόξασαν τὸ ἔθνος καὶ τὸ ἱερὸν τοῦ κυρίου
8.65 καὶ τούτων τελεσθέντων προσήλθοσάν μοι οἱ ἡγούμενοι λέγοντες
8.66 οὐκ ἐχώρισαν τὸ ἔθνος τοῦ ισραηλ καὶ οἱ ἄρχοντες καὶ οἱ ἱερεῖς καὶ οἱ λευῖται τὰ ἀλλογενῆ ἔθνη τῆς γῆς καὶ τὰς ἀκαθαρσίας αὐτῶν χαναναίων καὶ χετταίων καὶ φερεζαίων καὶ ιεβουσαίων καὶ μωαβιτῶν καὶ αἰγυπτίων καὶ ιδουμαίων
8.67 συνῴκησαν γὰρ μετὰ τῶν θυγατέρων αὐτῶν καὶ αὐτοὶ καὶ οἱ υἱοὶ αὐτῶν καὶ ἐπεμίγη τὸ σπέρμα τὸ ἅγιον εἰς τὰ ἀλλογενῆ ἔθνη τῆς γῆς καὶ μετεῖχον οἱ προηγούμενοι καὶ οἱ μεγιστᾶνες τῆς ἀνομίας ταύτης ἀπὸ τῆς ἀρχῆς τοῦ πράγματος
8.68 καὶ ἅμα τῷ ἀκοῦσαί με ταῦτα διέρρηξα τὰ ἱμάτια καὶ τὴν ἱερὰν ἐσθῆτα καὶ κατέτιλα τοῦ τριχώματος τῆς κεφαλῆς καὶ τοῦ πώγωνος καὶ ἐκάθισα σύννους καὶ περίλυπος
8.69 καὶ ἐπισυνήχθησαν πρός με ὅσοι ποτὲ ἐπεκινοῦντο τῷ ῥήματι κυρίου τοῦ ισραηλ ἐμοῦ πενθοῦντος ἐπὶ τῇ ἀνομίᾳ καὶ ἐκαθήμην περίλυπος ἕως τῆς δειλινῆς θυσίας
8.70 καὶ ἐξεγερθεὶς ἐκ τῆς νηστείας διερρηγμένα ἔχων τὰ ἱμάτια καὶ τὴν ἱερὰν ἐσθῆτα κάμψας τὰ γόνατα καὶ ἐκτείνας τὰς χεῖρας πρὸς τὸν κύριον ἔλεγον
8.71 κύριε ᾔσχυμμαι ἐντέτραμμαι κατὰ πρόσωπόν σου κύριε ᾔσχυμμαι ἐντέτραμμαι κατὰ πρόσωπόν σου
8.72 αἱ γὰρ ἁμαρτίαι ἡμῶν ἐπλεόνασαν ὑπὲρ τὰς κεφαλὰς ἡμῶν αἱ δὲ ἄγνοιαι ἡμῶν ὑπερήνεγκαν ἕως τοῦ οὐρανοῦ
8.73 ἀπὸ τῶν χρόνων τῶν πατέρων ἡμῶν καί ἐσμεν ἐν μεγάλῃ ἁμαρτίᾳ ἕως τῆς ἡμέρας ταύτης
8.74 καὶ διὰ τὰς ἁμαρτίας ἡμῶν καὶ τῶν πατέρων ἡμῶν παρεδόθημεν σὺν τοῖς ἀδελφοῖς ἡμῶν καὶ σὺν τοῖς βασιλεῦσιν ἡμῶν καὶ σὺν τοῖς ἱερεῦσιν ἡμῶν τοῖς βασιλεῦσιν τῆς γῆς εἰς ῥομφαίαν καὶ αἰχμαλωσίαν καὶ προνομὴν μετὰ αἰσχύνης μέχρι τῆς σήμερον ἡμέρας
8.75 καὶ νῦν κατὰ πόσον τι ἐγενήθη ἡμῖν ἔλεος παρὰ σοῦ κύριε καταλειφθῆναι ἡμῖν ῥίζαν καὶ ὄνομα ἐν τῷ τόπῳ τοῦ ἁγιάσματός σου
8.76 καὶ τοῦ ἀνακαλύψαι φωστῆρα ἡμῶν ἐν τῷ οἴκῳ τοῦ κυρίου ἡμῶν δοῦναι ἡμῖν τροφὴν ἐν τῷ καιρῷ τῆς δουλείας ἡμῶν
8.77 καὶ ἐν τῷ δουλεύειν ἡμᾶς οὐκ ἐγκατελείφθημεν ὑπὸ τοῦ κυρίου ἡμῶν ἀλλὰ ἐποίησεν ἡμᾶς ἐν χάριτι ἐνώπιον τῶν βασιλέων περσῶν
8.78 δοῦναι ἡμῖν τροφὴν καὶ δοξάσαι τὸ ἱερὸν τοῦ κυρίου ἡμῶν καὶ ἐγεῖραι τὴν ἔρημον σιων δοῦναι ἡμῖν στερέωμα ἐν τῇ ιουδαίᾳ καὶ ιερουσαλημ
8.79 καὶ νῦν τί ἐροῦμεν κύριε ἔχοντες ταῦτα παρέβημεν γὰρ τὰ προστάγματά σου ἃ ἔδωκας ἐν χειρὶ τῶν παίδων σου τῶν προφητῶν λέγων ὅτι
8.80 ἡ γῆ εἰς ἣν εἰσέρχεσθε κληρονομῆσαι ἔστιν γῆ μεμολυσμένη μολυσμῷ τῶν ἀλλογενῶν τῆς γῆς καὶ τῆς ἀκαθαρσίας αὐτῶν ἐνέπλησαν αὐτήν
8.81 καὶ νῦν τὰς θυγατέρας ὑμῶν μὴ συνοικίσητε τοῖς υἱοῖς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν μὴ λάβητε τοῖς υἱοῖς ὑμῶν
8.82 καὶ οὐ ζητήσετε εἰρηνεῦσαι τὰ πρὸς αὐτοὺς τὸν ἅπαντα χρόνον ἵνα ἰσχύσαντες φάγητε τὰ ἀγαθὰ τῆς γῆς καὶ κατακληρονομήσητε τοῖς υἱοῖς ὑμῶν ἕως αἰῶνος
8.83 καὶ τὰ συμβαίνοντα πάντα ἡμῖν γίγνεται διὰ τὰ ἔργα ἡμῶν τὰ πονηρὰ καὶ τὰς μεγάλας ἁμαρτίας ἡμῶν
8.84 σὺ γάρ κύριε ἐκούφισας τὰς ἁμαρτίας ἡμῶν καὶ ἔδωκας ἡμῖν τοιαύτην ῥίζαν πάλιν ἀνεκάμψαμεν παραβῆναι τὸν νόμον σου εἰς τὸ ἐπιμιγῆναι τῇ ἀκαθαρσίᾳ τῶν ἐθνῶν τῆς γῆς
8.85 οὐχὶ ὠργίσθης ἡμῖν ἀπολέσαι ἡμᾶς ἕως τοῦ μὴ καταλιπεῖν ῥίζαν καὶ σπέρμα καὶ ὄνομα ἡμῶν
8.86 κύριε τοῦ ισραηλ ἀληθινὸς εἶ κατελείφθημεν γὰρ ῥίζα ἐν τῇ σήμερον
8.87 ἰδοὺ νῦν ἐσμεν ἐνώπιόν σου ἐν ταῖς ἀνομίαις ἡμῶν οὐ γὰρ ἔστιν στῆναι ἔτι ἔμπροσθέν σου ἐπὶ τούτοις
8.88 καὶ ὅτε προσευχόμενος εσδρας ἀνθωμολογεῖτο κλαίων χαμαιπετὴς ἔμπροσθεν τοῦ ἱεροῦ ἐπισυνήχθησαν πρὸς αὐτὸν ἀπὸ ιερουσαλημ ὄχλος πολὺς σφόδρα ἄνδρες καὶ γυναῖκες καὶ νεανίαι κλαυθμὸς γὰρ ἦν μέγας ἐν τῷ πλήθει
8.89 καὶ φωνήσας ιεχονιας ιεηλου τῶν υἱῶν ισραηλ εἶπεν εσδρα ἡμεῖς ἡμάρτομεν εἰς τὸν κύριον καὶ συνῳκίσαμεν γυναῖκας ἀλλογενεῖς ἐκ τῶν ἐθνῶν τῆς γῆς καὶ νῦν ἐστιν ἐλπὶς τῷ ισραηλ
8.90 ἐν τούτῳ γενέσθω ἡμῖν ὁρκωμοσία πρὸς τὸν κύριον ἐκβαλεῖν πάσας τὰς γυναῖκας ἡμῶν τὰς ἐκ τῶν ἀλλογενῶν σὺν τοῖς τέκνοις αὐτῶν ὡς ἐκρίθη σοι καὶ ὅσοι πειθαρχοῦσιν τῷ νόμῳ τοῦ κυρίου ἐν τούτῳ γενέσθω ἡμῖν ὁρκωμοσία πρὸς τὸν κύριον ἐκβαλεῖν πάσας τὰς γυναῖκας ἡμῶν τὰς ἐκ τῶν ἀλλογενῶν σὺν τοῖς τέκνοις αὐτῶν ὡς ἐκρίθη σοι καὶ ὅσοι πειθαρχοῦσιν τῷ νόμῳ τοῦ κυρίου
8.91 ἀναστὰς ἐπιτέλει πρὸς σὲ γὰρ τὸ πρᾶγμα καὶ ἡμεῖς μετὰ σοῦ ἰσχὺν ποιεῖν
8.92 καὶ ἀναστὰς εσδρας ὥρκισεν τοὺς φυλάρχους τῶν ἱερέων καὶ λευιτῶν παντὸς τοῦ ισραηλ ποιῆσαι κατὰ ταῦτα καὶ ὤμοσαν
8.1 kai metagenesteros toytohn basileyontos artaxerxoy toy persohn basileohs prosebeh esdras saraioy toy ezerioy toy chelkioy toy salehmoy
8.2 toy saddoykoy toy achitohb toy amarioy toy ozioy toy bokka toy abisoye toy phinees toy eleazar toy aarohn toy prohtoy iereohs
8.3 oytos esdras anebeh ek babylohnos ohs grammateys eyphyehs ohn en toh mohyseohs nomoh toh ekdedomenoh ypo toy theoy toy israehl
8.4 kai edohken aytoh o basileys doxan eyrontos charin enantion aytoy epi panta ta axiohmata aytoy
8.5 kai synanebehsan ek tohn yiohn israehl kai tohn iereohn kai leyitohn kai ieropsaltohn kai thyrohrohn kai ierodoylohn eis ierosolyma etoys ebdomoy basileyontos artaxerxoy en toh pemptoh mehni oytos eniaytos ebdomos toh basilei
8.6 exelthontes gar ek babylohnos teh noymehnia toy prohtoy mehnos en teh noymehnia toy pemptoy mehnos paregenonto eis ierosolyma kata tehn dotheisan aytois eyodian para toy kyrioy ep' aytoh
8.7 o gar esdras pollehn epistehmehn perieichen eis to mehden paralipein tohn ek toy nomoy kyrioy kai ek tohn entolohn didaxai ton panta israehl panta ta dikaiohmata kai ta krimata
8.8 prospesontos de toy graphentos prostagmatos para artaxerxoy toy basileohs pros esdran ton ierea kai anagnohstehn toy nomoy kyrioy oy estin antigraphon to ypokeimenon
8.9 basileys artaxerxehs esdra toh ierei kai anagnohsteh toy nomoy kyrioy chairein
8.10 kai ta philanthrohpa egoh krinas prosetaxa toys boylomenoys ek toy ethnoys tohn ioydaiohn airetizontas kai tohn iereohn kai tohn leyitohn kai tohn de en teh ehmetera basileia symporeyesthai soi eis ieroysalehm
8.11 osoi oyn enthymoyntai synexormatohsan kathaper dedoktai emoi te kai tois epta philois symboyleytais
8.12 opohs episkepsohntai ta kata tehn ioydaian kai ieroysalehm akoloythohs oh echei en toh nomoh toy kyrioy
8.13 kai apenegkein dohra toh kyrioh toy israehl a ehyxamehn egoh te kai oi philoi eis ieroysalehm kai pan chrysion kai argyrion o ean eyretheh en teh chohra tehs babylohnias toh kyrioh eis ieroysalehm syn toh dedohrehmenoh ypo toy ethnoys eis to ieron toy kyrioy aytohn to en ieroysalehm
8.14 synachthehnai to te chrysion kai argyrion eis tayroys kai krioys kai arnas kai ta toytois akoloytha
8.15 ohste prosenegkein thysias epi to thysiastehrion toy kyrioy aytohn to en ieroysalehm
8.16 kai panta osa an boyleh meta tohn adelphohn soy poiehsai chrysioh kai argyrioh epitelei kata to thelehma toy theoy soy
8.17 kai ta iera skeyeh toy kyrioy ta didomena soi eis tehn chreian toy ieroy toy theoy soy toy en ieroysalehm
8.18 kai ta loipa osa an ypopipteh soi eis tehn chreian toy ieroy toy theoy soy dohseis ek toy basilikoy gazophylakioy
8.19 kagoh de artaxerxehs o basileys prosetaxa tois gazophylaxi syrias kai phoinikehs ina osa an aposteileh esdras o iereys kai anagnohstehs toy nomoy toy theoy toy ypsistoy epimelohs didohsin aytoh eohs argyrioy talantohn ekaton
8.20 omoiohs de kai eohs pyroy korohn ekaton kai oinoy metrehtohn ekaton kai ala ek plehthoys
8.21 panta ta kata ton toy theoy nomon epitelesthehtoh epimelohs toh theoh toh ypsistoh eneka toy meh genesthai orgehn eis tehn basileian toy basileohs kai tohn yiohn
8.22 kai ymin de legetai opohs pasi tois iereysin kai tois leyitais kai ieropsaltais kai thyrohrois kai ierodoylois kai pragmatikois toy ieroy toytoy mehdemia phorologia mehde alleh epiboleh gignehtai kai exoysian mehdena echein epibalein ti toytois
8.23 kai sy esdra kata tehn sophian toy theoy anadeixon kritas kai dikastas opohs dikazohsin en oleh syria kai phoinikeh pantas toys epistamenoys ton nomon toy theoy soy kai toys meh epistamenoys de didaxeis
8.24 kai pantes osoi ean parabainohsi ton nomon toy theoy soy kai ton basilikon epimelohs kolasthehsontai ean te kai thanatoh ean te kai timohria eh argyrikeh zehmia eh apagohgeh
8.25 eylogehtos monos o kyrios o doys tayta eis tehn kardian toy basileohs doxasai ton oikon aytoy ton en ieroysalehm
8.26 kai eme etimehsen enanti toy basileohs kai tohn symboyleyontohn kai pantohn tohn philohn kai megistanohn aytoy
8.27 kai egoh eytharsehs egenomehn kata tehn antilehmpsin kyrioy toy theoy moy kai synehgagon ek toy israehl andras ohste synanabehnai moi
8.28 kai oytoi oi proehgoymenoi kata tas patrias aytohn kai tas meridarchias oi anabantes met' emoy ek babylohnos en teh basileia artaxerxoy toy basileohs
8.29 ek tohn yiohn phinees garsomos ek tohn yiohn ietamaroy gamehlos ek tohn yiohn dayid attoys o sechenioy
8.30 ek tohn yiohn phoros zacharias kai met' aytoy apo graphehs andres ekaton pentehkonta
8.31 ek tohn yiohn phaathmohab eliaohnias zaraioy kai met' aytoy andres diakosioi
8.32 ek tohn yiohn zathoehs sechenias iezehloy kai met' aytoy andres triakosioi ek tohn yiohn adinoy behn0iohnathoy kai met' aytoy andres diakosioi pentehkonta
8.33 ek tohn yiohn ehlam iesias gotholioy kai met' aytoy andres ebdomehkonta
8.34 ek tohn yiohn saphatioy zaraias michaehloy kai met' aytoy andres ebdomehkonta
8.35 ek tohn yiohn iohab abadias iezehloy kai met' aytoy andres diakosioi deka dyo
8.36 ek tohn yiohn bani assalimohth iohsaphioy kai met' aytoy andres ekaton exehkonta
8.37 ek tohn yiohn babi zacharias behbai kai met' aytoy andres eikosi oktoh
8.38 ek tohn yiohn asgath iohanehs akatan kai met' aytoy andres ekaton deka
8.39 ek tohn yiohn adohnikam oi eschatoi kai tayta ta onomata aytohn eliphalatos ieoyehl kai samaias kai met' aytohn andres ebdomehkonta
8.40 ek tohn yiohn bago oythi o toy istalkoyroy kai met' aytoy andres ebdomehkonta
8.41 kai synehgagon aytoys epi ton legomenon theran potamon kai parenebalomen aytothi ehmeras treis kai katemathon aytoys
8.42 kai ek tohn yiohn tohn iereohn kai ek tohn leyitohn oych eyrohn ekei
8.43 apesteila pros eleazaron kai idoyehlon kai maasman kai elnatan kai samaian kai iohribon nathan ennatan zacharian kai mesolamon toys ehgoymenoys kai epistehmonas
8.44 kai eipa aytois elthein pros addaion ton ehgoymenon ton en toh topoh toy gazophylakioy
8.45 enteilamenos aytois dialegehnai addaioh kai tois adelphois aytoy kai tois en toh topoh gazophylaxin aposteilai ehmin toys ierateysontas en toh oikoh toy kyrioy ehmohn
8.46 kai ehgagon ehmin kata tehn krataian cheira toy kyrioy ehmohn andras epistehmonas tohn yiohn mooli toy leyi toy israehl asebehbian kai toys yioys kai toys adelphoys deka oktoh
8.47 kai asebian kai annoynon kai ohsaian adelphon ek tohn yiohn chanoynaioy kai oi yioi aytohn andres eikosi
8.48 kai ek tohn ierodoylohn ohn edohken dayid kai oi ehgoymenoi eis tehn ergasian tohn leyitohn ierodoyloi diakosioi eikosi pantohn esehmantheh eh onomatographia
8.49 kai eyxamehn ekei nehsteian tois neaniskois enanti toy kyrioy ehmohn 8.50 zehtehsai par' aytoy eyodian ehmin te kai tois synoysin ehmin teknois ehmohn kai ktehnesin
8.51 enetrapehn gar aitehsai ton basilea pezoys te kai ippeis kai propompehn eneken asphaleias tehs pros toys enantioymenoys ehmin
8.52 eipamen gar toh basilei oti ischys toy kyrioy ehmohn estai meta tohn epizehtoyntohn ayton eis pasan epanorthohsin
8.53 kai palin edeehthehmen toy kyrioy ehmohn kata tayta kai eyilatoy etychomen
8.54 kai echohrisa tohn phylarchohn tohn iereohn andras deka dyo kai serebian kai asabian kai met' aytohn ek tohn adelphohn aytohn andras deka
8.55 kai estehsa aytois to argyrion kai to chrysion kai ta iera skeyeh toy oikoy toy kyrioy ehmohn a aytos edohrehsato o basileys kai oi symboyloi aytoy kai oi megistanes kai pas israehl
8.56 kai stehsas paredohka aytois argyrioy talanta exakosia pentehkonta kai skeyeh argyra talantohn ekaton kai chrysioy talanta ekaton kai chrysohmata eikosi kai skeyeh chalka apo chrehstoy chalkoy stilbonta chrysoeideh skeyeh dohdeka kai stehsas paredohka aytois argyrioy talanta exakosia pentehkonta kai skeyeh argyra talantohn ekaton kai chrysioy talanta ekaton kai chrysohmata eikosi kai skeyeh chalka apo chrehstoy chalkoy stilbonta chrysoeideh skeyeh dohdeka
8.57 kai eipa aytois kai ymeis agioi este toh kyrioh kai ta skeyeh agia kai to argyrion kai to chrysion eycheh toh kyrioh kyrioh tohn paterohn ehmohn
8.58 agrypneite kai phylassete eohs toy paradoynai ayta ymas tois phylarchois tohn iereohn kai tohn leyitohn kai tois ehgoymenois tohn patriohn toy israehl en ieroysalehm en tois pastophoriois toy oikoy toy kyrioy ehmohn
8.59 kai oi paralabontes oi iereis kai oi leyitai to argyrion kai to chrysion kai ta skeyeh ta en ieroysalehm eisehnegkan eis to ieron toy kyrioy
8.60 kai anazeyxantes apo toy potamoy thera teh dohdekateh toy prohtoy mehnos eisehlthomen eis ieroysalehm kata tehn krataian cheira toy kyrioy ehmohn tehn eph' ehmin kai errysato ehmas epi tehs eisodoy apo pantos echthroy kai ehlthomen eis ieroysalehm
8.61 kai genomenehs aytothi ehmeras tritehs stathen to argyrion kai to chrysion paredotheh en toh oikoh toy kyrioy ehmohn marmohthi oyria ierei
8.62 kai met' aytoy eleazar o toy phinees kai ehsan met' aytohn iohsabdos iehsoy kai moheth sabannoy oi leyitai pros arithmon kai olkehn apanta kai egrapheh pasa eh olkeh aytohn ayteh teh ohra kai met' aytoy eleazar o toy phinees kai ehsan met' aytohn iohsabdos iehsoy kai moheth sabannoy oi leyitai pros arithmon kai olkehn apanta kai egrapheh pasa eh olkeh aytohn ayteh teh ohra
8.63 oi de paragenomenoi ek tehs aichmalohsias prosehnegkan thysias toh theoh toy israehl kyrioh tayroys dohdeka yper pantos israehl krioys enenehkonta ex arnas ebdomehkonta dyo tragoys yper sohtehrioy deka dyo apanta thysian toh kyrioh oi de paragenomenoi ek tehs aichmalohsias prosehnegkan thysias toh theoh toy israehl kyrioh tayroys dohdeka yper pantos israehl krioys enenehkonta ex arnas ebdomehkonta dyo tragoys yper sohtehrioy deka dyo apanta thysian toh kyrioh
8.64 kai apedohkan ta prostagmata toy basileohs tois basilikois oikonomois kai tois eparchois koilehs syrias kai phoinikehs kai edoxasan to ethnos kai to ieron toy kyrioy
8.65 kai toytohn telesthentohn prosehlthosan moi oi ehgoymenoi legontes
8.66 oyk echohrisan to ethnos toy israehl kai oi archontes kai oi iereis kai oi leyitai ta allogeneh ethneh tehs gehs kai tas akatharsias aytohn chananaiohn kai chettaiohn kai pherezaiohn kai ieboysaiohn kai mohabitohn kai aigyptiohn kai idoymaiohn
8.67 synohkehsan gar meta tohn thygaterohn aytohn kai aytoi kai oi yioi aytohn kai epemigeh to sperma to agion eis ta allogeneh ethneh tehs gehs kai meteichon oi proehgoymenoi kai oi megistanes tehs anomias taytehs apo tehs archehs toy pragmatos
8.68 kai ama toh akoysai me tayta dierrehxa ta imatia kai tehn ieran esthehta kai katetila toy trichohmatos tehs kephalehs kai toy pohgohnos kai ekathisa synnoys kai perilypos
8.69 kai episynehchthehsan pros me osoi pote epekinoynto toh rehmati kyrioy toy israehl emoy penthoyntos epi teh anomia kai ekathehmehn perilypos eohs tehs deilinehs thysias
8.70 kai exegertheis ek tehs nehsteias dierrehgmena echohn ta imatia kai tehn ieran esthehta kampsas ta gonata kai ekteinas tas cheiras pros ton kyrion elegon
8.71 kyrie ehschymmai entetrammai kata prosohpon soy kyrie ehschymmai entetrammai kata prosohpon soy
8.72 ai gar amartiai ehmohn epleonasan yper tas kephalas ehmohn ai de agnoiai ehmohn yperehnegkan eohs toy oyranoy
8.73 apo tohn chronohn tohn paterohn ehmohn kai esmen en megaleh amartia eohs tehs ehmeras taytehs
8.74 kai dia tas amartias ehmohn kai tohn paterohn ehmohn paredothehmen syn tois adelphois ehmohn kai syn tois basileysin ehmohn kai syn tois iereysin ehmohn tois basileysin tehs gehs eis romphaian kai aichmalohsian kai pronomehn meta aischynehs mechri tehs sehmeron ehmeras
8.75 kai nyn kata poson ti egenehtheh ehmin eleos para soy kyrie kataleiphthehnai ehmin rizan kai onoma en toh topoh toy agiasmatos soy
8.76 kai toy anakalypsai phohstehra ehmohn en toh oikoh toy kyrioy ehmohn doynai ehmin trophehn en toh kairoh tehs doyleias ehmohn
8.77 kai en toh doyleyein ehmas oyk egkateleiphthehmen ypo toy kyrioy ehmohn alla epoiehsen ehmas en chariti enohpion tohn basileohn persohn
8.78 doynai ehmin trophehn kai doxasai to ieron toy kyrioy ehmohn kai egeirai tehn erehmon siohn doynai ehmin stereohma en teh ioydaia kai ieroysalehm
8.79 kai nyn ti eroymen kyrie echontes tayta parebehmen gar ta prostagmata soy a edohkas en cheiri tohn paidohn soy tohn prophehtohn legohn oti
8.80 eh geh eis ehn eiserchesthe klehronomehsai estin geh memolysmeneh molysmoh tohn allogenohn tehs gehs kai tehs akatharsias aytohn eneplehsan aytehn
8.81 kai nyn tas thygateras ymohn meh synoikisehte tois yiois aytohn kai tas thygateras aytohn meh labehte tois yiois ymohn
8.82 kai oy zehtehsete eirehneysai ta pros aytoys ton apanta chronon ina ischysantes phagehte ta agatha tehs gehs kai kataklehronomehsehte tois yiois ymohn eohs aiohnos
8.83 kai ta symbainonta panta ehmin gignetai dia ta erga ehmohn ta ponehra kai tas megalas amartias ehmohn
8.84 sy gar kyrie ekoyphisas tas amartias ehmohn kai edohkas ehmin toiaytehn rizan palin anekampsamen parabehnai ton nomon soy eis to epimigehnai teh akatharsia tohn ethnohn tehs gehs
8.85 oychi ohrgisthehs ehmin apolesai ehmas eohs toy meh katalipein rizan kai sperma kai onoma ehmohn
8.86 kyrie toy israehl alehthinos ei kateleiphthehmen gar riza en teh sehmeron
8.87 idoy nyn esmen enohpion soy en tais anomiais ehmohn oy gar estin stehnai eti emprosthen soy epi toytois
8.88 kai ote proseychomenos esdras anthohmologeito klaiohn chamaipetehs emprosthen toy ieroy episynehchthehsan pros ayton apo ieroysalehm ochlos polys sphodra andres kai gynaikes kai neaniai klaythmos gar ehn megas en toh plehthei
8.89 kai phohnehsas iechonias ieehloy tohn yiohn israehl eipen esdra ehmeis ehmartomen eis ton kyrion kai synohkisamen gynaikas allogeneis ek tohn ethnohn tehs gehs kai nyn estin elpis toh israehl
8.90 en toytoh genesthoh ehmin orkohmosia pros ton kyrion ekbalein pasas tas gynaikas ehmohn tas ek tohn allogenohn syn tois teknois aytohn ohs ekritheh soi kai osoi peitharchoysin toh nomoh toy kyrioy en toytoh genesthoh ehmin orkohmosia pros ton kyrion ekbalein pasas tas gynaikas ehmohn tas ek tohn allogenohn syn tois teknois aytohn ohs ekritheh soi kai osoi peitharchoysin toh nomoh toy kyrioy
8.91 anastas epitelei pros se gar to pragma kai ehmeis meta soy ischyn poiein
8.92 kai anastas esdras ohrkisen toys phylarchoys tohn iereohn kai leyitohn pantos toy israehl poiehsai kata tayta kai ohmosan